Ancient Greek · ~2 min
Book 7
Aelian, Ποικίλη ἱστορία 7.20
Not analysed yet
ἀνὴρ ἐς Λακεδαίμονα ἀφίκετο Χῖος, γέρων ἤδη ὤν, τὰ μὲν ἄλλα ἀλαζών, ᾐδεῖτο δὲ ἐπὶ τῷ γήρᾳ, καὶ τὴν τρίχα πολιὰν οὖσαν ἐπειρᾶτο βαφῇ ἀφανίζειν. παρελθὼν οὖν εἶπεν ἐκεῖνα ὑπὲρ ὧν καὶ ἀφίκετο. ἀναστὰς οὖν ὁ Ἀρχίδαμος ʽτί ἂνʼ ἔφη ʽοὗτος ὑγιὲς εἴποι, ὃς οὐ μόνον ἐπὶ τῇ ψυχῇ τὸ ψεῦδος, ἀλλὰ καὶ ἐπὶ τῇ κεφαλῇ περιφέρει; ʼ καὶ ἐξέωσε τὰ ὑπʼ αὐτοῦ λεχθέντα, διαβάλλων τοῦ Χίου τὸν τρόπον ἐξ ὧν ἑωρᾶτο.