Ancient Greek · ~2 min
7.6 to 7.7
Aelian, Ποικίλη ἱστορία 7.6-7
Not analysed yet
χιόνος ποτὲ πιπτούσης ἤρετο ὁ βασιλεὺς τῶν Σκυθῶν τινα γυμνὸν διακαρτεροῦντα εἰ ῥιγοῖ. ὃ δὲ αὐτὸν ἀντήρετο εἰ τὸ μέτωπον ῥιγοῖ. τοῦ δὲ οὐ φήσαντος ʽοὐκοῦνʼ εἶπεν ʽοὐδὲ ἐγώ· πᾶς γὰρ μέτωπόν εἰμι. ʼ Δημοσθένης ὁ Δημοσθένους εἰ ἔμελλε τῆς ὑστεραίας ἔσεσθαι ἐκκλησία ἀλλὰ ἐκεῖνός γε διὰ τῆς νυκτὸς ἠγρύπνει πάσης, διαφροντίζων δηλονότι καὶ ἐκμανθάνων ταῦτα ἃ ἔμελλεν ἐρεῖν. ὁ τοίνυν Πυθέας ἐκ τούτων ἐμοὶ δοκεῖν ἐπέσκωπτεν ἐς αὐτόν, ἐπιλέγων αὐτοῦ τὰ ἐνθυμήματα ἐλλυχνίων ὄζειν.