Ancient Greek · ~2 min
7.9 to 7.11
Aelian, Ποικίλη ἱστορία 7.9-11
Not analysed yet
εἶτα οὐκ ἔστι σωφροσύνη μεγάλη ʽἐμοὶ μὲν δοκεἶ, εἴ γε καὶ ἡ Φωκίωνος γυνὴ τὸ Φωκίωνος ἱμάτιον ἐφόρει, καὶ οὐδὲν ἐδεῖτο οὐ κροκωτοῦ οὐ ταραντινιδίου οὐκ ἀναβολῆς οὐκ ἐγκύκλου οὐ κεκρυφάλου οὐ καλύπτρας οὐ βαπτῶν χιτωνίσκων; ἠμπείχετο δὲ πρώτῃ μὲν τῇ σωφροσύνῃ, δευτέροις γε μὲν τοῖς παροῦσιν. τῇ Ξανθίππῃ δὲ ὁ Σωκράτης, ἐπεὶ οὐκ ἠβούλετο τὸ ἐκείνου ἱμάτιον ἐνδύσασθαι καὶ οὕτως ἐπὶ τὴν θέαν τῆς πομπῆς βαδίζειν, ἔφη ʽὁρᾷς ὡς οὐ θεωρήσουσα θεωρησομένη δὲ μᾶλλον βαδίζεις; ʼ Ῥωμαίων δὲ αἱ πολλαὶ γυναῖκες καὶ τὰ ὑποδήματα ταὐτὰ φορεῖν τοῖς ἀνδράσιν εἰθισμέναι εἰσίν.