# Ποικίλη ἱστορία 8.12

Aelian, Ποικίλη ἱστορία, Book 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text-4/8.12

παράδοξόν γε, οὐ γάρ; ἀλλʼ ἀληθές. ἐκπεσόντος Δημοσθένους ἐν Μακεδονίᾳ Αἰσχίνης ὁ Ἀτρομήτου ὁ Κοθωκίδης καὶ ἐνευδοκίμει τοῖς Μακεδόσι καὶ πάμπολυ περιῆν τῶν πρέσβεων τῷ φρονήματι. αἰτία δὲ ἦν ἄρα τούτου τῷ Αἰσχίνῃ ἥ τε πρὸς Φίλιππον φιλία καὶ τὰ ἐξ αὐτοῦ δῶρα καὶ ὅτι πράως καὶ ἡδέως ἤκουεν αὐτοῦ ὁ Φίλιππος, μειλιχίῳ τῷ βλέμματι προσβλέπων καὶ ὑποφαίνων τὴν ἐξ αὑτοῦ εὔνοιαν. ἅπερ οὖν πάντα ἐφολκὰ ἦν ἐς τὴν παρρησίαν τῷ Αἰσχίνῃ καὶ τὴν τῶν λόγων εὔροιαν. οὐ μόνος δὲ τοῦτο ἔπαθε Δημοσθένης ἐν Μακεδονίᾳ, καίτοι δεινότατος ὢν εἰπεῖν, ἀλλὰ καὶ Θεόφραστος ὁ Ἐρέσιος. ἐξέπεσε γὰρ καὶ οὗτος ἐπὶ τῆς ἐξ Ἀρείου πάγου βουλῆς λέγων, καὶ ταύτην ἀπολογίαν προεφέρετο, ὅτι κατεπλάγη τὸ ἀξίωμα τοῦ συνεδρίου. πικρότατα οὖν ἀπήντησε καὶ ἑτοιμότατα πρὸς τοῦτον αὐτοῦ τὸν λόγον ὁ Δημοχάρης εἰπὼν ʽὦ Θεόφραστε, Ἀθηναῖοι ἦσαν ἀλλʼ οὐχ οἱ δώδεκα θεοὶ οἱ δικάζοντες.ʼ

---

Aelian, Ποικίλη ἱστορία, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg002.local001/.
