Ancient Greek
8.13 to 8.14
Aelian, Ποικίλη ἱστορία 8.13-14
Not analysed yet
Ἀναξαγόραν τὸν Κλαζομένιόν φασι μήτε γελῶντά ποτε ὀφθῆναι μήτε μειδιῶντα τὴν ἀρχήν. λέγουσι δὲ καὶ Ἀριστόξενον τῷ γέλωτι ἀνὰ κράτος πολέμιον γενέσθαι· Ἡράκλειτόν τε, ὅτι πάντα τὰ ἐν τῷ βίῳ ἔκλαεν. Διογένης ὁ Σινωπεὺς ὅτε λοιπὸν ἐνόσει ἐπὶ θανάτῳ, ἑαυτὸν φέρων μόνον ἔρριψε κατά τινος γεφυρίου πρὸς γυμνασίῳ ὄντος, καὶ προσέταξε τῷ παλαιστροφύλακι, ἐπειδὰν αἴσθηται ἀποπεπνευκότα αὐτόν, ῥῖψαι ἐς τὸν Ἰλισσόν. οὕτως ἄρα ὀλίγον ἔμελε Διογένει καὶ θανάτου καὶ ταφῆς.