Ancient Greek
Book 9
Aelian, Ποικίλη ἱστορία 9.10
Not analysed yet
ὁ Πλάτων, νοσεροῦ χωρίου λεγομένου εἶναι τῆς Ἀκαδημείας, καὶ συμβουλευόντων αὐτῷ τῶν ἰατρῶν ἐς τὸ Λύκειον μετοικῆσαι, οὐκ ἠξίωσεν εἰπὼν ʽἀλλʼ ἔγωγε οὐκ ἂν οὐδὲ ἐς τὰ τοῦ Ἄθω μετῴκησα ἂν ὑπὲρ τοῦ μακροβιώτερος γενέσθαι.