Ancient Greek · ~1 min
Book 9
Aelian, Ποικίλη ἱστορία 9.17
Not analysed yet
κουφότητα ἔοικε κατηγορεῖν οὗτος ὁ λόγος ὁ λέγων περὶ Δημοσθένους ὅτι ἄρα τύφου αὐτὸν ὑπεπλήρουν καὶ οἱ ὑδροφοροῦντες, εἴ ποτε παριόντος αὐτοῦ ὑπέρ αὐτοῦ τι ψιθυρίσαιεν. ὃς γὰρ καὶ ὑπʼ ἐκείνων ἐκουφίζετο καὶ ἐπαιρόμενος ἦν δῆλος, τίς ἦν, εἴ ποτε ὑπὸ τῆς ἐκκλησίας ἐκροτήθη.