# Ποικίλη ἱστορία 9.19-23

Aelian, Ποικίλη ἱστορία, 9.19 to 9.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text-4/9.19

ἠρίστα ποτὲ Διογένης ἐν καπηλείῳ, εἶτα παριόντα Δημοσθένη ἐκάλει. τοῦ δὲ μὴ ὑπακούσαντος ʽ αἰσχύνᾐ ἔφη, Δ̔ημόσθενες, παρελθεῖν ἐς καπηλεῖον; καὶ μὴν ὁ κύριός σου καθʼ ἑκάστην ἡμέραν ἐνθάδε ἔσεισι,ʼ τοὺς δημότας λέγων καὶ τοὺς καθʼ ἕνα· δηλῶν ὅτι οἱ δημηγόροι καὶ οἱ ῥήτορες δοῦλοι τοῦ πλήθους εἰσί. πλέων Ἀρίστιππος χειμῶνος ἐπιγενομένου πάνυ σφόδρα ἐταράττετο. ἔφη δέ τις τῶν συμπλεόντων ʽὦ Ἀρίστιππε, καὶ σὺ δέδοικας, ὡς οἱ πολλοί;ʼ ὃ δὲ ʽκαὶ μάλα γε εἰκότως· ὑμῖν μὲν γὰρ περὶ κακοδαίμονός ἐστι βίου ἡ σπουδὴ καὶ ὁ νῦν κίνδυνος, ἐμοὶ δὲ περὶ εὐδαίμονος.ʼ Θηραμένης ἔτυχεν ἐν οἰκίᾳ τινὶ διατρίβων, εἶτα ἐπεὶ προῆλθεν αὐτῆς, παραχρῆμα ἐκείνη κατηνέχθη. οἱ μὲν οὖν Ἀθηναῖοι ἄλλοι ἀλλαχόθεν αὐτῷ περιφύντες συνήδοντο ἐπὶ τῇ σωτηρίᾳ τῇ παραδόξῳ, ὃ δὲ παρὰ τὴν πάντων ἐλπίδα ἀπεκρίνατο ʽὦ Ζεῦ, ἐς τίνα με καιρὸν φυλάττεις;ʼ καὶ μετʼ οὐ πολὺν χρόνον ὑπὸ τῶν τριάκοντα ἀνῃρέθη, πιεῖν κώνειον κατακριθείς. λέγουσι τοὺς Πυθαγορείους πάνυ σφόδρα περὶ τὴν ἰατρικὴν σπουδάσαι τέχνην. καὶ Πλάτων δὲ φροντίδα ἐς αὐτὴν ἔσχε πλείστην καὶ Ἀριστοτέλης ὁ Νικομάχου καὶ ἄλλοι πολλοί. Ἀριστοτέλης ἐνόσει ποτέ. προσέταξε δὲ αὐτῷ ὑ ἰατρὸς πρόσταγμά τι. καὶ ἐκεῖνος ʽμήτε ὡς βοηλάτην μἐ ἔφη ʽθεράπευε μήτε ὡς σκαπανέα, ἀλλὰ διδάξας πρότερον τὴν αἰτίαν, οὕτως ἕξεις ἕτοιμον πρὸς τὸ πείθεσθαι,ʼ διδάσκων ἐκ τούτων μηδὲν χωρὶς αἰτίας προσφέρειν.

---

Aelian, Ποικίλη ἱστορία, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg002.local001/.
