Ancient Greek
9.27 to 9.28
Aelian, Ποικίλη ἱστορία 9.27-28
Not analysed yet
ἀνδρὶ Λακωνικῷ μὲν χωριτικῷ δὲ ἐπέπληξέ τις πενθοῦντι πάνυ σφόδρα ἐκθύμως. ὃ δὲ ἀπλάστως ἀπεκρίνατο ʽτί πάθω; ʼ φησίν ʽοὐ γὰρ ἐγὼ αἴτιος τούτου, ἁ φύσις δέ μου ῥεῖ. ʼ ἐπῄνει Σπαρτιάτης τὸ ἔπος Ἡσιόδου τὸ λέγον οὐδʼ ἂν βοῦς ἀπόλοιτʼ, εἰ μὴ γείτων κακὸς εἴη, ἀκούοντος Διογένους· ὃ δὲ εἶπε ʽκαὶ μὴν Μεσσήνιοι καὶ οἱ βόες αὐτῶν ἀπολώλασι, καὶ ὑμεῖς αὐτῶν ἐστε οἱ γείτονες.