Ancient Greek · ~2 min
Book 9
Aelian, Ποικίλη ἱστορία 9.30
Not analysed yet
Ἀνάξαρχος ὅτε σὺν Ἀλεξάνδρῳ ἐστρατεύετο, χειμῶνος ἐπιγενομένου προμαθὼν ὅτι μέλλει ὁ Ἀλέξανδρος ἐν ἀξύλῳ ποιεῖσθαι χωρίῳ τὴν στρατοπεδείαν, ὅσα εἶχε σκεύη, ταῦτα ἐκρίψας, τοῖς σκευοφόροις ἐπέθηκε ξύλα. ἐπεὶ δὲ ἐς τὸν σταθμὸν ἀφίκοντο, καὶ ἐνέδει ξύλων, Ἀλεξάνδρου μὲν αἱ κλῖναι κατεκάοντο, ἵνα ἑαυτὸν ἀλεᾶναι δυνηθῇ· ἐπεὶ δέ τις παρὰ Ἀναξάρχῳ πῦρ εἶναι ἤγγειλεν, ἀφίκετο παρʼ αὐτὸν καὶ ἠλείψατο ἐν τῇ σκηνῇ τοῦ Ἀναξάρχου. καὶ πυθόμενος τὴν προμήθειαν ὑπερεπῄνεσε, καὶ ὧν ἐξέρριψε διπλάσιον ἔδωκε ὑπὲρ τῆς τοῦ πυρὸς χρείας.