Ancient Greek
Book 9
Aelian, Ποικίλη ἱστορία 9.40
Not analysed yet
ὅτι Καρχηδόνιοι δύο κυβερνήτας ἐσῆγον ἐς τὴν ναῦν, ἄτοπον λέγοντες εἶναι δύο μὲν πηδάλια ἔχειν, τὸν δὲ λυσιτελέστατον τοῖς ἐμπλέουσι καὶ τὴν ἀρχὴν ἔχοντα τῆς νεὼς ἔρημον εἶναι καὶ μόνον διαδόχου καὶ κοινωνοῦ.