Ancient Greek · ~1 min
Book 1
Aelian, Περὶ ζῴων ἰδιότητος 1.17
Not analysed yet
κύων δὲ θαλαττία τεκοῦσα ἔχει συννέοντα τὰ σκυλάκια ἤδη καὶ οὐκ ἐς ἀναβολάς. ἐὰν δὲ δείσῃ τι τούτων, ἐς τὴν μητέρα ἐσέδυ αὖθις κατὰ τὸ ἄρθρον· εἶτα τοῦ δέους παραδραμόντος τὸ δὲ πρόεισιν, ὥσπερ οὖν ἀνατικτόμενον αὖθις.