# Περὶ ζῴων ἰδιότητος 1.21

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/1.21

ὑφαντικὴν καὶ ταλασίαν τὴν θεὸν τὴν Ἐργάνην ἐπινοῆσαί φασιν ἄνθρωποι· τὴν δὲ ἀράχνην ἡ φύσις σοφὴν ἐς ἱστουργίαν ἐδημιούργησε. καὶ φιλοτεχνεῖ οὐ κατὰ μίμημα, οὐδὲ ἔξωθεν λαμβάνει τὸ νῆμα, ἀλλʼ ἐκ τῆς οἰκείας νηδύος τοὺς μίτους ἐξάγουσα εἶτα μέντοι τοῖς κούφοις τῶν πτηνῶν θήρατρα ἀποφαίνει, ὡς δίκτυα ἐκπεταννῦσα. καὶ διʼ ὧν ἐξυφαίνει παρὰ τῆς γαστρὸς λαβοῦσα, διὰ τῶνδε ἐκείνην ἐκτρέφει πάνυ φιλεργοῦσα, ὡς καὶ τῶν γυναικῶν τὰς μάλιστα εὔχειρας καὶ νῆμα ἀσκητὸν ἐκπονῆσαι δεινὰς μὴ ἀντιπαραβάλλεσθαι· νενίκηκε γὰρ τῇ λεπτότητι καὶ τὴν τρίχα.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
