# Περὶ ζῴων ἰδιότητος 1.27

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/1.27

Ἑστιᾶται μὲν ἄλλαις καὶ ἄλλαις τροφαῖς ὁ πολύπους· ἔστι γὰρ καὶ φαγεῖν δεινὸς καὶ ἐπιβουλεῦσαι σφόδρα πανοῦργος· τὸ δὲ αἴτιον, παμβορώτατος θηρίων θαλαττίων ἐστί. καὶ ἡ ἀπόδειξις, εἴ τις αὐτῷ γένοιτο ἀθηρία, τῶν ἑαυτοῦ πλοκάμων παρέτραγε, καὶ τὴν γαστέρα κορέσας τὴν σπάνιν τῆς ἄγρας ἠκέσατο· εἶτα ἀναφύει τὸ ἐλλεῖπον, ὥσπερ οὖν τῆς φύσεως τοῦτό οἱ ἐν τῷ λιμῷ παρασκευαζούσης ἕτοιμον τὸ δεῖπνον.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
