Ancient Greek · ~2 min
1.6 to 1.7
Aelian, Περὶ ζῴων ἰδιότητος 1.6-7
Not analysed yet
Γλαύκης ἀκούω τῆς κιθαρῳδοῦ ἐρασθῆναι κύνα· οἳ δὲ οὐ κύνα, ἀλλὰ κριόν· ἄλλοι δὲ χῆνα. καὶ ἐν Σόλοις δὲ τῆς Κιλικίας παιδός, ᾧ ὄνομα ἦν Ξενοφῶν, κύων ἠράσθη· ἄλλου δὲ ὡραίου μειρακίου ἐν Σπάρτῃ κολοιὸς ἐπὶ τῷ εἴδει ἐνόσησεν. λέγουσι τὸν θῶα τὸ ζῷον φιλανθρωπότατον εἶναι. καὶ ὅταν μέν που περιτύχῃ ἀνθρώπῳ, ἐκτρέπεται αὐτόν, οἷον αἰδούμενος· ὅταν δὲ ἀδικούμενον θεάσηται ὑπʼ ἄλλου θηρίου, τὸ τηνικαῦτα ἐπαμύνει αὐτῷ.