# Περὶ ζῴων ἰδιότητος 10.27

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/10.27

κώμη Αἰγυπτία Χουσαὶ τὸ ὄνομα ʽτελεῖ δὲ ἐς τὸν Ἑρμουπολίτην νομόν, καὶ μικρὰ μὲν δοκεῖ, χαρίεσσά γε μήνʼ, ἐν ταύτῃ σέβουσιν Ἀφροδίτην Οὐρανίαν αὐτὴν καλοῦντες. τιμῶσι δὲ καὶ θήλειαν βοῦν, καὶ τὴν αἰτίαν ἐκείνην λέγουσι. πεπιστεύκασιν αὐτὰς προσήκειν τῇδε τῇ δαίμονι· πτοίαν γὰρ ἐς ἀφροδίσια ἰσχυρὰν ἔχει βοῦς θῆλυς, καὶ ὀργᾷ τοῦ ἄρρενος μᾶλλον. ἀκούσασα γοῦν τοῦ μυκήματος ἐς τὴν μίξιν θερμότατα ἐξηνέμωται καὶ ἐκπέφλεκται. καὶ οἱ ταῦτά γε συνιδεῖν δεινοὶ καὶ ἀπὸ τριάκοντα σταδίων ἀκούειν ταύρου βοῦν ἐρωτικὸν σύνθημα καὶ ἀφροδίσιον μυκωμένου φασί. καὶ αὐτὴν δὲ τὴν Ἶσιν Αἰγύπτιοι βούκερων καὶ πλάττουσι καὶ γράφουσιν.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
