Ancient Greek · ~2 min
Book 10
Aelian, Περὶ ζῴων ἰδιότητος 10.32
Not analysed yet
Ἄκανθον τὸν ὄρνιν ἐκ τῶν τρεφουσῶν ἀκανθῶν λαβεῖν τὸ ὄνομα οἱ σοφοὶ τὰ ὀρνίθων φασί. φθέγγεται δὲ ἄρα ἐμμελὲς καὶ εὔμουσον δεινῶς. λέγει δὲ Ἀριστοτέλης, ἐὰν τοῦδε τοῦ ἀκάνθου καὶ μέντοι καὶ τοῦ καλουμένου αἰγίθου τὸ αἷμα ἐς ταὐτὸν ἀγγεῖόν τις ἀναμίξῃ καὶ κεράσαι θελήσῃ, τὰ δὲ μὴ συνιέναι μηδʼ ἑνοῦσθαι ἐς μίαν κρᾶσιν. ἱερόν τε εἶναι τὸν ἄκανθον τῶν δαιμόνων τῶν κατὰ τὴν ὁδὸν πομπευόντων καὶ ἀγόντων τοὺς ἀνθρώπους φασί.