# Περὶ ζῴων ἰδιότητος 10.40

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/10.40

ἐν τῇ Σκυθίᾳ γῇ γίνονται ὄνοι κερασφόροι, καὶ στέγει τὰ κέρατα ἐκεῖνα τὸ ὕδωρ τὸ Ἀρκαδικὸν τὸ καλούμενον τῆς Στυγός· τὰ δὲ ἄλλα ἀγγεῖα διακόπτει πάντα, κἂν ᾖ σιδήρου πεποιημένα. τούτων τοι τῶν κεράτων ἓν ὑπὸ Σωπάτρου κομισθῆναί φασιν Ἀλεξάνδρῳ τῷ Μακεδόνι, καὶ ἐκεῖνον πυνθάνομαι θαυμάσαντα ἐς Δελφοὺς ἀνάθημα ἀναθεῖναι τῷ Πυθίῳ τὸ κέρας, καὶ ὑπογράψαι ταῦτα σοὶ τόδʼ Ἀλέξανδρος Μακεδὼν κέρας ἄνθετο, Παιάν, κάνθωνος Σκυθικοῦ, χρῆμά τι δαιμόνιον, ὃ Στυγὸς ἀχράντῳ Λουσηίδος οὐκ ἐδαμάσθη ῥεύματι, βάσταξεν δʼ ὕδατος ἠνορέην. Δημήτηρ δὲ ἄρα τὸ ὕδωρ ἀνῆκε τοῦτο πλησίον Φενεοῦ, τὴν δὲ αἰτίαν εἶπον ἀλλαχόθι.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
