Ancient Greek · ~3 min
Book 10
Aelian, Περὶ ζῴων ἰδιότητος 10.41
Not analysed yet
Εὐπόλιδι τῷ τῆς κωμῳδίας ποιητῇ δίδωσι δῶρον Αὐγέας ὁ Ἐλευσίνιος σκύλακα ἰδεῖν ὡραῖον, Μολοττὸν τὸ γένος, καὶ καλεῖ τοῦτον ὁ Εὔπολις ὁμωνύμως τῷ δωρησαμένῳ αὐτόν. κολακευθεὶς οὖν ταῖς τροφαῖς, καὶ ἐκ τῆς συνηθείας ὑπαχθεὶς τῆς μακροτέρας, ἐφίλει τὸν δεσπότην ὁ Αὐγέας ὁ κύων. καί ποτε ὁμόδουλος αὐτῷ νεανίας, ὄνομα Ἐφιάλτης, ὑφαιρεῖται δράματά τινα τοῦ Εὐπόλιδος, καὶ οὐκ ἔλαθε κλέπτων, ἀλλὰ εἶδεν αὐτὸν ὁ κύων, καὶ ἐμπεσὼν ἀφειδέστατα δάκνων ἀπέκτεινεν. χρόνῳ δὲ ὕστερον ἐν Αἰγίνῃ τὸν βίον ὁ Εὔπολις κατέστρεψε, καὶ ἐτάφη ἐνταῦθα· ὁ δὲ κύων ὠρυόμενός τε καὶ θρηνῶν τὸν τῶν κυνῶν θρῆνον, εἶτα μέντοι λύπῃ καὶ λιμῷ ἑαυτὸν ἐκτήξας ἀπέθανεν ἐπὶ τῷ τροφεῖ καὶ δεσπότῃ, μισήσας τὸν βίον ὁ κύων. καὶ ὅ γε τόπος καλεῖται μνήμῃ τοῦ τότε πάθους Κυνὸς Θρῆνος.