# Περὶ ζῴων ἰδιότητος 10.47

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/10.47

ὁ δὲ ἰχνεύμων ὁ αὐτὸς ἄρα καὶ ἄρρην καὶ θῆλυς ἦν, μετειληχὼς καὶ τῆσδε τῆς φύσεως καὶ τῆσδε, καὶ σπείρειν τε καὶ τίκτειν τῷ αὐτῷ ἡ φύσις δέδωκεν. ἀποκρίνονται δὲ ἐς τὸ ἀτιμότερον γένος οἱ ἡττηθέντες μετὰ τὴν μάχην· οἱ γὰρ κρατήσαντες ἀναβαίνουσι τοὺς ἡττημένους καὶ ἐς αὐτοὺς σπείρουσιν. οἳ δὲ ἆθλον τῆς ἥττης φέρονται ὠδῖνάς τε ὑπομεῖναι καὶ ἀντὶ πατέρων γενέσθαι μητέρες. τοῖς γε μὴν πολεμιωτάτοις ἀνθρώπῳ ζῴοις, ἀσπίδι καὶ κροκοδείλῳ, ἔχθιστον ὁ ἰχνεύμων, καὶ τόν γε πόλεμον αὐτῶν ἀνωτέρω εἶπον. λέγονται δὲ οἱ ἰχνεύμονες ἱεροὶ εἶναι Λητοῦς καὶ Εἰλειθυιῶν· σέβουσι δὲ αὐτοὺς Ἡρακλεοπολῖται, ὥς φασιν.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
