# Περὶ ζῴων ἰδιότητος 10.6-7

Aelian, Περὶ ζῴων ἰδιότητος, 10.6 to 10.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/10.6

Ποντικοὶ δὲ ἄρα κολίαι τὸν Περσῶν βασιλέα μεμίμηνται χειμάζοντα μὲν ἐν Σούσοις, θερίζοντα δὲ ἐν Ἐκβατάνοις. καὶ γὰρ οὗτοι ἐν μὲν τῇ καλουμένῃ Προποντίδι χειμάζουσιν· ἀλεεινὴ γὰρ ἥδε ἡ γῆ· θέρους δὲ πρὸς τῷ Αἰγιαλῷ διαιτῶνται· παρέχει γὰρ αὐτοῖς αὔρας μαλακὰς ἡ θάλαττα ἡ προειρημένη. πυνθάνομαι τῶν μαγείρων τοὺς τὴν τέχνην ἀκριβοῦντας ὅταν βούλωνται τῶν τριγλῶν τὰς κοιλίας ὀπτωμένων μὴ ῥήγνυσθαι, καταφιλεῖν αὐτῶν τὰ στόματα· οὗπερ οὖν γεγενημένου ὁλόκληροι διαμένουσιν, ὥς φασιν.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
