Ancient Greek · ~1 min
11.13 to 11.14
Aelian, Περὶ ζῴων ἰδιότητος 11.13-14
Not analysed yet
Δάφνιδος τοῦ βουκόλου τοῦ Συρακοσίου παθόντος ὑπὸ τῆς νύμφης ταῦτα δήπου τὰ ὑμνούμενα, πέντε τροφίμους κύνας, τὸν Σάννον καὶ τὸν Πόδαργον καὶ τὴν Λαμπάδα καὶ τὸν Ἄλκιμον καὶ τὸν Θέοντα, θεασαμένους τοῦ δεσπότου τὰς πάθας ἐπʼ αὐτῷ θάνατον ἑλέσθαι φασί, καὶ πολλὰ μὲν ὀδύρασθαι πρότερον, κλαῦσαι δὲ πάμπολλα. διάφορα μὲν καὶ ποικίλα τῆς τῶν ἐλεφάντων