Ancient Greek · ~2 min
11.28 to 11.30
Aelian, Περὶ ζῴων ἰδιότητος 11.28-30
Not analysed yet
λέγει τις λόγος Πυθοχάρην τὸν αὐλητὴν ἀναστεῖλαι λύκων ὁρμὴν αὐλήσαντα σύντονον καὶ γενναῖον αὔλημα. μυιῶν δὲ πλῆθος ἀνέστησε Μεγαρέας, Φασηλίτας δὲ σφῆκες, σκολόπενδραι δὲ Ῥοιτιεῖς. πρόβατα ἄχολα ἐν τῷ Πόντῳ φασίν, ἐν δὲ τῇ Νάξῳ τῇ νήσῳ καὶ δίχολα. ὁ μέροψ ὁ ὄρνις ταύτῃ τοι δοκεῖ δικαιότερος εἶναι τῶν πελαργῶν· οὐ γὰρ ἀναμένει γηράσαντας τρέφειν τοὺς πατέρας, ἀλλʼ ἅμα τῷ φῦσαι τὰ ὠκύπτερα τοῦτο ἐργάζεται.