Ancient Greek
Book 11
Aelian, Περὶ ζῴων ἰδιότητος 11.34
Not analysed yet
καὶ ἐκεῖνο δὲ ἔοικε τούτῳ καὶ ὁμολογεῖ. Κίσσος ὄνομα θεραπεύων τὸν Σάραπιν ἰσχυρῶς, ἐπιβουλευθεὶς ὑπὸ τῆς πρότερον μὲν ἐρωμένης ὕστερον δὲ γαμετῆς, καὶ ᾠὰ ὄφεως φαγών, ὠδυνᾶτο καὶ ἑαυτοῦ κακῶς εἶχε, καὶ ἐπίδοξος τεθνήξεσθαι ἦν. δεῖται δὲ τοῦ θεοῦ, ὃ δὲ προσέταξε πρίασθαι μύραιναν ζῶσαν, καθεῖναι δὲ τὴν χεῖρα ἐς τὸ ζωγρεῖον. καὶ ὁ Κίσσος πείθεται καὶ καθίησιν, ἣ δὲ ἐμφῦσα εἴχετο, ἀποσπωμένη δὲ καὶ τὴν νόσον τὴν ἐν τῷ νεανίᾳ συναπέσπασεν. ὑπηρέτις μὲν δὴ θεοῦ θεραπείας ἡ μύραινα αὕτη γενομένη ἐς ἀκοὴν τὴν ἡμετέραν ἀφίκετο.