Ancient Greek · ~2 min
11.38 to 11.39
Aelian, Περὶ ζῴων ἰδιότητος 11.38-39
Not analysed yet
φιλότεκνον δὲ ἄρα ζῷον ἦν καὶ ὁ χηναλώπηξ, καὶ ταὐτὰ τοῖς πέρδιξι δρᾷ. καὶ γὰρ οὗτος πρὸ τῶν νεοττῶν ἑαυτὸν κυλίει, καὶ ἐνδίδωσιν ἐλπίδα ὡς θηράσοντι αὐτὸν τῷ ἐπιόντι· οἳ δὲ ἀποδιδράσκουσιν ἐν τῷ τέως. ὅταν δὲ πρὸ ὁδοῦ γένωνται, καὶ ἐκεῖνος ἑαυτὸν τοῖς πτεροῖς ἐλαφρίσας ἀπαλλάττεται. λέγουσι δὲ Αἰγύπτιοι τὸν ἱέρακα ζῶντα μὲν καὶ ἔτι περιόντα θεοφιλῆ ὄρνιν εἶναι, τοῦ βίου δὲ ἀπελθόντα καὶ μαντεύεσθαι καὶ ὀνείρατα ἐπιπέμπειν, ἀποδυσάμενον τὸ σῶμα καὶ ψυχὴν γεγενημένον γυμνήν. λέγουσι δὲ Αἰγύπτιοι καὶ τρίποδα ἱέρακα παρʼ αὐτοῖς φανῆναί ποτε, καὶ ὑγιᾶ δοκοῦσι λέγειν τοῖς πεπιστευκόσιν.