Ancient Greek · ~2 min
Book 12
Aelian, Περὶ ζῴων ἰδιότητος 12.14
Not analysed yet
ὁ δὲ γλάνις ἐστὶ μὲν περὶ τὸν Μαίανδρον καὶ τὸν Λύκον τοὺς Ἀσιανοὺς ποταμούς, τῆς δὲ Εὐρώπης περὶ τὸν Στρυμόνα, καὶ σιλούρῳ μὲν τὸ εἶδος ὅμοιός ἐστι. πέφυκε δὲ φιλοτεκνότατος ἰχθύων οὗτος. ὅταν γοῦν ἡ θήλεια ἀποκυήσῃ, ἣ μὲν ἀφεῖται τῆς ὑπὲρ τῶν τέκνων φροντίδος, οἷα δήπου λεχώ, ὁ δὲ ἄρρην τῇ φρουρᾷ τῇ τῶν βρεφῶν ἑαυτὸν ἐπιτάξας παραμένει, πᾶν ἀναστέλλων τὸ ἐπιβουλεῦον. ἱκανὸς δέ ἐστι καὶ ἄγκιστρον καταπιεῖν, ὡς Ἀριστοτέλης φησίν.