Ancient Greek
Book 12
Aelian, Περὶ ζῴων ἰδιότητος 12.28
Not analysed yet
ἡ ἀηδὼν διὰ τοῦ θέρους καὶ τὴν χρόαν ἐκτρέπει ἐς εἶδος ἕτερον, καὶ μεταβάλλει τὸ φώνημα· οὐ γὰρ ᾅδει πολυήχως καὶ ποικίλως, ἑτέρως δὲ ἤπερ οὖν διὰ τοῦ ἦρος. κόσσυφος δὲ θέρους μὲν ᾅδει, χειμῶνος δὲ παταγεῖ καὶ τεταραγμένον φθέγγεται, καὶ τὴν χρόαν ὡς στολὴν μεταμφιεσάμενος ἀπὸ τοῦ πρόσθεν μέλανος ὑπόξανθός ἐστιν. ἥ γε μὴν κίχλη χειμῶνός ἐστι ψαροτέρα ἰδεῖν, θέρους δὲ τὸν αὐχένα ποικίλον ἐπιδείκνυσι. καὶ ἰχθῦς δὲ τὴν χρόαν μεταβλητικοὶ οἵδε, κίχλαι τε καὶ κόσσυφοι καὶ φυκίδες τε καὶ μαινίδες. οἱ δὲ θῶες, ὡς Ἀριστοτέλης λέγει, διὰ μὲν τοῦ θέρους εἰσὶ ψιλοί, δασεῖς δὲ διὰ τοῦ χειμῶνος.