Ancient Greek · ~2 min
Book 12
Aelian, Περὶ ζῴων ἰδιότητος 12.3
Not analysed yet
λέγουσιν Αἰγύπτιοι, καὶ ἐμὲ μὲν ἥκιστα πείθουσι, λέγουσι δʼ οὖν ἄρνα καὶ ὀκτάπουν καὶ δίκερκον κατὰ τὸν Βόκχοριν τὸν ᾀδόμενον ἐκεῖνον γενέσθαι, καὶ ῥῆξαι φωνήν. καὶ δύο κεφαλὰς ᾅδουσι τῆς ἀρνός, καὶ τετράκερω γενέσθαι φασὶ τὴν αὐτήν. Ὁμήρῳ μὲν οὖν φωνὴν Ξάνθῳ τῷ ἵππῳ δόντι συγγνώμην νέμειν ἄξιον, ποιητὴς γάρ· καὶ Ἀλκμὰν δὲ μιμούμενος ἐν τοῖς τοιούτοις Ὅμηρον οὐκ ἂν φέροιτο αἰτίαν, ἔχει γὰρ ἀξιόχρεων ἐς αἰδῶ τὴν πρωτίστην τόλμαν· Αἰγυπτίοις δὲ τοιαῦτα κομπάζουσι προσέχειν πῶς οἷόν τε; εἴρηται δʼ οὖν, εἰ καὶ μυθώδη, τὰ τῆσδε τῆς ἀρνὸς ἴδια.