Ancient Greek · ~2 min
12.36 to 12.37
Aelian, Περὶ ζῴων ἰδιότητος 12.36-37
Not analysed yet
τὸ ὕδωρ ὁ Κρᾶθις λευκῆς χρόας ποιητικὸν μεθίησι. τὰ γοῦν πρόβατα πιόντα αὐτοῦ καὶ οἱ βόες καὶ πᾶσα ἡ τετράπους ἀγέλη, καθά φησι Θεόφραστος, λευκὰ ἐκ μελάνων γίνεται ἢ πυρρῶν. καὶ ἐν Εὐβοίᾳ δὲ οἱ βόες λευκοὶ τίκτονται σχεδὸν πάντες, ἔνθεν τοι καὶ ἀργίβοιον ἐκάλουν οἱ ποιηταὶ τὴν Εὔβοιαν. οἰνοχόου βασιλικοῦ ʽκαὶ ἦν ὁ βασιλεὺς Νικομήδης ὁ Βιθυνῶνʼ ἀλεκτρυὼν ἠράσθη Κένταυρος ὄνομα, καὶ λέγει Φίλων τοῦτο. ἠράσθη δὲ ἄρα καὶ κολοιὸς ὡραίου παιδός. καὶ μελίττας δέ τινας ἐρωτικὰς εἶναι πέπυσμαι, εἰ καὶ αἱ πλείους σωφρονοῦσιν.