# Περὶ ζῴων ἰδιότητος 12.9

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/12.9

ὁ δὲ κίγκλος ζῷόν ἐστι πτηνὸν ἀσθενὲς τὰ κατόπιν, καὶ διὰ τοῦτό φασι μὴ ἰδίᾳ μηδὲ καθʼ ἑαυτὸν δυνάμενον αὐτὸν νεοττιὰν συμπλέξαι, ἐν ταῖς ἄλλων δὲ τίκτειν. ἔνθεν τοι καὶ τοὺς πτωχοὺς κίγκλους ἐκάλουν αἱ τῶν ἀγροίκων παροιμίαι. κινεῖ δὲ τὰ οὐραῖα πτερά, ὥσπερ οὖν ὁ παρὰ τῷ Ἀρχιλόχῳ κηρύλος. μέμνηται δὲ καὶ τοῦ ὄρνιθος τοῦδε Ἀριστοφάνης ἐν τῷ Ἀμφιαράῳ λέγων ὀσφὺν δʼ ἐξ ἄκρων διακίγκλισον ἠύτε κίγκλος ἀνδρὸς πρεσβύτου, τελέειν δʼ ἀγαθὴν ἐπαοιδήν. καὶ ἐν τῷ Γήρᾳ λορδοῦ κιγκλοβάταν ῥυθμόν. καὶ Αὐτοκράτης ἐν Τυμπανισταῖς οἷα παίζουσιν φίλαι παρθένοι Λυδῶν κόραι κοῦφα πηδῶσαι κόμαν, κἀνακρούουσαι χεροῖν, Ἐφεσίαν παρʼ Ἄρτεμιν καλλίσταν, καὶ τοῖν ἰσχίοιν τὸ μὲν κάτω τὸ δʼ αὖ εἰς ἄνω ἐξαίρουσα, οἷα κίγκλος ἅλλεται.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
