# Περὶ ζῴων ἰδιότητος 13.26

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/13.26

ἔστι δὲ ἄρα καὶ τέττιξ ἐνάλιος. καὶ ὁ μὲν μέγιστος αὐτῶν ἔοικε καράβῳ σμικρῷ, κέρατα δὲ οὐκ ἔχει μεγάλα κατʼ ἐκείνους οὐδὲ κέντρα. ἰδεῖν δέ ἐστι τοῦ καράβου ὁ τέττιξ ζοφωδέστερος, καὶ ἐπὰν αἱρεθῇ, προσέοικε τετριγότι. πτέρυγες δὲ ὀλίγαι τὸ μέγεθος ὑπὸ τοῖς ὀφθαλμοῖς αὐτοῦ ἐκπεφύκασι, καὶ εἶεν ἂν κατὰ τὰς τῶν χερσαίων καὶ αὗται. οὐ σιτοῦνται δὲ αὐτὸν οἱ πολλοί, νομίζοντες ἱερόν. Σεριφίους δὲ ἀκούω καὶ θάπτειν νεκρὸν ἑαλωκότα· ζῶντα δὲ ἐς δίκτυον ἐμπεσόντα οὐ κατέχουσιν, ἀλλὰ ἀποδιδόασι τῇ θαλάττῃ αὖθις. θρηνοῦσι δὲ ἄρα αὐτοὺς ἀποθανόντας, καὶ λέγουσι Περσέως τοῦ Διὸς ἄθυρμα αὐτοὺς εἶναι.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
