# Περὶ ζῴων ἰδιότητος 13.27

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/13.27

Ὕαινα ἰχθὺς ὁμώνυμος τῇ χερσαίᾳ ὑαίνῃ ἐστί. ταύτης οὖν τὴν δεξιὰν πτέρυγα εἰ ὑποθείης ἀνθρώπῳ καθεύδοντι, εὖ μάλα ἐκταράξεις αὐτόν· δέα γάρ τινα καὶ ἰνδάλματα καὶ φάσματα ὄψεται, καὶ ἐνύπνια ἕτερα οὐδαμῶς εὐμενῆ καὶ φίλα. τραχούρου γε μὴν ζῶντος ἐὰν ἀποκόψῃς τὴν οὐράν, καὶ τὸν τράχουρον αὖθις ἐλεύθερον ἀπολύσῃς ἐς τὴν θάλατταν, τήν γε μὴν προειρημένην οὐρὰν ἐξαρτήσῃς ἵππου κυούσης, οὐ μετὰ μακρὸν ἐκπεσεῖται τὸ ἔμβρυον, καὶ ἐξαμβλώσει ἡ ἵππος. μειρακίου γε μὴν δεομένου ἐπὶ μήκιστον τριχῶν ἀπορίας τῶν ἐπὶ τοῦ γενείου, αἷμα ἐπιχρισθὲν θύννου ἀωρόλειον τὸ μειράκιον ἀπεργάζεται. δρᾷ δὲ ἄρα καὶ νάρκη καὶ πνεύμων τὸ αὐτό· ἐν ὄξει γὰρ διασαπεῖσαι αἱ τούτων σάρκες καὶ ἐπιχρισθεῖσαι τοῖς γενείοις φυγὴν τριχῶν ἐνεργάζονταί φασι. τί πρὸς ταῦτα Ταραντῖνοί τε καὶ Τυρρηνοὶ σοφισταὶ κακῶν, δαίδαλον ἐκεῖνό γε ἀνιχνεύσαντές τε καὶ πειράσαντες τὴν πίτταν, ὡς ἐξ ἀνδρῶν ἐς γυναῖκας ἀποκρίνειν;

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
