Ancient Greek · ~2 min
Book 13
Aelian, Περὶ ζῴων ἰδιότητος 13.9
Not analysed yet
ἵππον δὲ ἄρα Ἰνδὸν κατασχεῖν καὶ ἀνακροῦσαι προπηδῶντα καὶ ἐκθέοντα οὐ παντὸς ἦν, ἀλλὰ τῶν ἐκ παιδὸς ἱππείαν πεπαιδευμένων. οὐ γὰρ αὐτοῖς ἐστιν ἐν ἔθει χαλινῷ ἄρχειν αὐτῶν καὶ ῥυθμίζειν αὐτοὺς καὶ ἰθύνειν, κημοῖς δὲ ἄρα κεντρωτοῖς· ἀκόλαστον γὰρ ἔχουσι τὴν γλῶτταν καὶ τὴν ὑπερῴαν ἀβασάνιστον· ἀναγκάζουσι δὲ αὐτοὺς ὅμως οἵδε οἱ τὴν ἱππείαν σοφισταὶ περικυκλεῖν καὶ περιδινεῖσθαι ἐς ταὐτὸν στρεφομένους. δεῖ δὲ ἄρα τῷ τοῦτο δράσοντι καὶ ῥώμης χειρῶν καὶ ἐπιστήμης εὖ μάλα ἱππικῆς.