Ancient Greek · ~2 min
Book 14
Aelian, Περὶ ζῴων ἰδιότητος 14.12
Not analysed yet
ὁ δράκων ὁ θαλάττιός ἐστι μὲν παραπλήσιος τοῖς ἰχθύσι τοῖς ἄλλοις ὅσα ἐς τὸ λοιπὸν σῶμα, τήν γε μὴν κεφαλὴν ἔοικε τῷ χερσαίῳ δράκοντι καὶ τῶν ὀφθαλμῶν τὸ μέγεθος ʽεἰσὶ γὰρ μεγάλοι καὶ τούτᾠ, καὶ μέντοι καὶ αἱ γένυς τοῖς χερσαίοις προσβάλλουσι τὴν ἑαυτῶν ἁμωσγέπως μορφήν. ἔχει δὲ καὶ φολίδας, καὶ τραχεῖαί εἰσι, καὶ τῆς δορᾶς τῆς δρακοντείου οὐ πόρρω δοκοῦσιν, εἴ τις προσάψαιτο· ἐκπέφυκε δὲ καὶ κέντρα χαλεπὰ αὐτοῦ, καὶ ἰὸν φέρει τὰ κέντρα, καὶ ἔστι τῷ θιγόντι οὐ χρηστά.