# Περὶ ζῴων ἰδιότητος 14.13

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/14.13

ζῴων δʼ ἂν εἴη με εἰπεῖν καὶ τὸ ἴδιον αὐτῶν. ὁ τῶν Ἰνδῶν βασιλεὺς ἐπιδόρπια σιτεῖται ταῦτα, οἷα δήπου Ἕλληνες ἐντραγεῖν αἰτοῦσι, φοινίκων τῶν χαμαιζήλων· ἐκεῖνος σκώληκά τινα ἐν τῷ φυτῷ τικτόμενον σταθευτὸν ἐπιδειπνεῖ γλύκιστον, ὡς Ἰνδῶν λέγουσι λόγοι, καί φασιν οἱ τὴν ἡδονὴν τὴν τοσαύτην ἐκ τοῦ σιτεῖσθαι καὶ ἐμέ γε αἱροῦσι λέγοντες. ἔπαικλα δέ οἱ καὶ ἐκεῖνά ἐστι, κύκνων τε ᾠὰ καὶ τὰ τῶν χερσαίων στρουθῶν καὶ χηνῶν. τὰ μὲν οὖν ἄλλα οὐ μέμφομαι αὐτῷ, κύκνων γε μὴν Ἀπόλλωνι μὲν λατρευόντων ᾠδικωτάτων δὲ ὡς ἡ φήμη διαρρέουσα λέγει ἐπιβουλεύειν ἐκγόνοις καὶ διαφθείρειν τὰ ᾠά, ὦ Ἰνδοὶ φίλοι, οὐκέτι.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
