# Περὶ ζῴων ἰδιότητος 14.6

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/14.6

λέγεται δὲ καὶ ἐλέφας διπλῆν ἔχειν καρδίαν καὶ διπλᾶ νοεῖν, καὶ τῇ μὲν θυμοῦσθαι, πραΰνεσθαί γε μὴν τῇ ἑτέρα· Μαυρουσίοις δὲ ἄρα ἕπομαι λόγοις λέγων ταῦτα. ἐπεί τοι καὶ ἐκεῖνα οἱ αὐτοὶ ὑμνοῦσι, λύγκας εἶναι. φασὶ δὲ αὐτὰς παρδάλεως μὲν ἔτι καὶ πλέον σιμάς, ἄκρα γε μὴν τὰ ὦτα λασίους. θηρίον δὲ τοῦτο ἁλτικὸν δεινῶς, καὶ κατασχεῖν βιαιότατά τε καὶ ἐγκρατέστατα καρτερόν. ἔοικε δὲ ἄρα τῷ θηρίῳ τούτῳ μαρτυρεῖν καὶ Εὐριπίδης τὸ ἀπρόσωπον, ὅταν που λέγῃ ἥκει δʼ ἐπʼ ὤμοις ἢ συὸς φέρων βάρος ἢ τὴν ἄμορφον λύγκα, δύστοκον δάκος. ὑπὲρ ὅτου δὲ λέγει δύστοκον τοὺς κριτικοὺς ἐρέσθαι λῷον.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
