# Περὶ ζῴων ἰδιότητος 15.21

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/15.21

ὅτε Ἀλέξανδρος τὰ μὲν ἐδόνει τῆς Ἰνδῶν γῆς τὰ δὲ ᾕρει, πολλοῖς μὲν καὶ ἄλλοις ζῴοις ἐνέτυχεν, ἐν δὲ τοῖς καὶ δράκοντι, ὅνπερ οὖν ἐν ἄντρῳ τινὶ νομίζοντες ἱερὸν Ἰνδοὶ μετὰ πολλοῦ τοῦ θειασμοῦ προσετρέποντο. οὐκοῦν παντοῖοι ἐγένοντο οἱ Ἰνδοὶ δεόμενοι τοῦ Ἀλεξάνδρου μηδένα ἐπιθέσθαι τῷ ζῴῳ· ὃ δὲ κατένευσε. παριούσης οὖν τὸ ἄντρον τῆς στρατιᾶς καὶ κτύπου γενομένου, εἶτα ὁ δράκων ᾔσθετο· ὀξυηκοώτατον δὲ ἄρα ζῴων ἐστὶ καὶ ὀξυωπέστατον. συριγμὸν μὲν οὖν ἀφῆκε μέγιστον καὶ φύσημα, ὡς ἐκπλῆξαί τε πάντας καὶ ἐκταράξαι. ἐλέγετο δὲ ἄρα πήχεων ἑβδομήκοντα εἶναι, ἐφάνη γε μὴν οὐ πᾶς· μόνη γὰρ ἐξέκυψε ἡ κεφαλή. καὶ οἵ γε ὀφθαλμοὶ ᾅδονται αὐτοῦ τὸ μέγεθος ἔχειν Μακεδονικῆς ἀσπίδος.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
