Ancient Greek
Book 15
Aelian, Περὶ ζῴων ἰδιότητος 15.22
Not analysed yet
ταῖς κορώναις ἔργον τοὺς ἀετοὺς ἐρεσχελεῖν ἐστιν. οἳ δὲ ὑπερφρονοῦσιν αὐτῶν, καὶ ἐκείναις μὲν ἀπολείπουσι τὴν κάτω φέρεσθαι πτῆσιν, αὐτοὶ δὲ τὸν αἰθέρα ὑψηλότερον ὄντα ὠκίστοις τέμνουσιν πτεροῖς, οὐ δήπου δεδιότες ʽπῶς γὰρ ἂν τοῦτο εἴποι τις, τὴν τῶν ἀετῶν ἀλκὴν καλῶς ἐπιστάμενος; ʼ ἀλλὰ ἰδίᾳ τινὶ μεγαλονοίᾳ ἐῶσιν ἔρρειν ἐκείνας κάτω.