# Περὶ ζῴων ἰδιότητος 15.24

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/15.24

Ἰνδοὶ δὲ ἄρα καὶ περὶ τοὺς βοῦς τοὺς δρομικοὺς τίθενται σπουδήν. καὶ ὑπὲρ τῆς ὠκύτητος τῆς ἐκείνων ἁμιλλῶνται βασιλεύς τε αὐτὸς καὶ τῶν ἀρίστων πολλοί, καὶ ποιοῦνται ῥήτρας ἐπὶ χρυσίῳ παμπόλλῳ καὶ ἀργυρίῳ, καὶ οὐχ ἡγοῦνται αἰσχρὸν εἶναι ἐρίζεσθαι ὑπὲρ τῶνδε τῶν ζῴων, συνωρίζουσι δὲ αὐτοὺς ἄρα καὶ ὑπὲρ τῆς νίκης κυβεύουσιν. οἱ μὲν οὖν ἵπποι ζύγιοι θέουσιν, οἱ δὲ βοῦς παράσειροι, καὶ ἐγχρίμπτει τῇ νύσσῃ ὁ ἕτερος, καὶ δεῖ δραμεῖν σταδίους τριάκοντα. ἴσοι δὲ τοῖς ἵπποις οἱ βόες συνθέουσι, καὶ οὐκ ἂν ἀποκρίνειας τὸν ὠκύτερον οὔτε βοῦν οὔτε ἵππον. ἐὰν δέ ποτε ὁ βασιλεὺς πρός τινα ὑπὲρ τῶν ἑαυτοῦ βοῶν σύνθηται, ἐς τοσαύτην προχωρεῖ φιλονεικίαν, ὡς αὐτὸς ἐφʼ ἅρματος ἕπεσθαι, καὶ παρορμᾶν τὸν ἡνίοχον. ὃ δὲ ἄρα τοὺς μὲν ἵππους ἐξαιμάττει τῷ κέντρῳ, τῶν δὲ βοῶν τὴν χεῖρα ἀνέχει· ἀκέντητοι γὰρ θέουσι. τοσαύτη δέ ἐστι περὶ τὴν βοεικὴν ἅμιλλαν ἡ φιλοτιμία, ὡς μὴ μόνους τοὺς

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
