# Περὶ ζῴων ἰδιότητος 15.27

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/15.27

λέγει τις λόγος τοὺς ὄρνιθας τοὺς ἀτταγᾶς μετακομισθέντας ἐς Αἴγυπτον ἐκ Λυδίας καὶ ἀφεθέντας ἐς τὰς ὕλας τὰ μὲν πρῶτα ὄρτυγος φωνὴν ἀφιέναι· χρόνῳ δὲ ὕστερον τοῦ ποταμοῦ κοίλου ῥυέντος λιμὸς ἐγένετο, καὶ πολλοὶ τῶν κατὰ τὴν χώραν ἀπώλλυντο. οὐ διέλιπον οὖν οἱ ὄρνιθες οὗτοι πολλῷ σαφέστερον καὶ ἐναρθρότερον παιδίου φθέγμα ἀφιέντες καὶ λέγοντες ʽτρὶς τοῖς κακοῖς τὰ κακά.ʼ λέγει δὲ ὁ αὐτὸς λόγος ὅτι συλληφθέντες καὶ ἀγρευθέντες οὐ μόνον οὐ τιθασεύονται, ἀλλὰ οὐδὲ φωνὴν ἔτι ἀφιᾶσιν ἣν πρότερον ἠφίεσαν· ἡ δουλεία γὰρ αὐτῶν καταψηφίζεται σιωπήν. ἐὰν δὲ ἀφεθῶσι καὶ ἐλεύθερον ἁπλώσωσι τὸ πτερόν, καὶ ἐς ἤθη τὰ ἑαυτῶν ἀφίκωνται πάλιν γίνονται ἔμφωνοι, ὁμοῦ καὶ τὸ φθέγμα καὶ τὴν παρρησίαν ἀναλαβόντες.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
