Ancient Greek
Book 15
Aelian, Περὶ ζῴων ἰδιότητος 15.3
Not analysed yet
ἐν δὲ τῷ ῥίῳ τῷ Βιβωνικῷ θύννων ἔθνη μυρία. καὶ οἳ μὲν αὐτῶν κατὰ τοὺς σῦς εἰσι μονίαι καὶ καθʼ ἑαυτοὺς νήχονται μέγιστοι ὄντες, οἳ δὲ συνδυασθέντες· καί ἐστον κατὰ τοὺς λύκους συννόμω, ἄλλοι δὲ κατʼ ἀγέλας, ὥσπερ οὖν τὰ αἰπόλια, πλατείας νομὰς νενεμημένοι. ἐπιτέλλοντος δὲ τοῦ Σειρίου καὶ τῆς ἀκτῖνος ἐνακμαζούσης ὀξύτατα, ἐπὶ τὸν Εὔξεινον στέλλονται· καὶ τοῦ κύματος αὐτοῖς ἐμπύρου δοκοῦντος, ἀλλήλοις συνυφασμένοι νήχονται, καὶ τῇ τῶν σωμάτων συναφῇ σκιᾶς τινος ἁμωσγέπως μεταλαγχάνουσιν.