Ancient Greek · ~3 min
Book 15
Aelian, Περὶ ζῴων ἰδιότητος 15.6
Not analysed yet
θύννων δὲ ἄρα ᾑρημένων τῇ θήρᾳ τῇ Ποντικῇ ʽἐγὼ δʼ ἂν φαίην ὅτι καὶ Σικελικῇ· ἢ τί καὶ βουλόμενος ἂν τὸν ἡδὺν Θυννοθήραν ὁ Σώφρων ἔγραψε; πάντως δὲ καὶ ἀλλαχόθι ἄγραι τῶνδε τῶν θύννων εἰσίʼ τῷ οὖν δικτύῳ ἤδη περιπλακέντων αὐτῶν Ποσειδῶνι πάντες εὔχονται ἀλεξικάκῳ τηνικάδε. καὶ ὁπόθεν καὶ τοῦδε τοῦ δαίμονος ἀξιῶ τὸ ὄνομα εἰπεῖν, ἐμαυτὸν καὶ μάλα γε ἀπαιτῶν τε καὶ βουλόμενος ἐπευφήμησα τοῦτό οἱ, δέονται τοῦ Διὸς ἀδελφοῦ τοῦ θαλάττης κρατοῦντος μήτε τὸν ἰχθὺν τὸν ξιφίαν τῇδε τῇ ἴλῃ συνέμπορον ἀφικέσθαι μήτε μὴν δελφῖνα. ὁ γοῦν γενναῖος ξιφίας πολλάκις τὸ δίκτυον διέκειρε, καὶ ἀφῆκεν ἐλεύθερον διεκπαῖσαι τὴν ἀγέλην. καὶ δελφὶς δὲ ἐπίβουλον δικτύῳ ζῷον· διατραγεῖν γάρ τοι δεινός ἐστιν.