# Περὶ ζῴων ἰδιότητος 15.9

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/15.9

γεράνων μὲν οὖν πέρι τῶν πτηνῶν ἐν τοῖς προτέροις λόγοις εἰπεῖν ἐμαυτὸν καλῶς οἶδα, θαλάττιον δὲ γέρανον ἰχθὺν Κορινθίῳ πελάγει ἔντροφον ἀκοῦσαί φημι. ἐπικλίνει δὲ ἄρα τοῦτο τὸ πέλαγος, ἔνθα ὁ γέρανος ἀνιχνεύθη οὗτος, τῷ πρὸς τὰς Ἀθήνας πελάγει τοῦ ἰσθμοῦ κατὰ τὴν πλευρὰν τὴν ἐς αὐτὰς ὁρῶσαν. μῆκος μὲν οὖν ἦν προήκων ἐς πεντεκαίδεκά που πόδας μεμετρημένους δικαίῳ μέτρῳ, ἐγχέλεως δὲ εἶχεν, ὡς ἀκούω, οὐ μέντοι τῆς μεγίστης τὸ πάχος.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
