Ancient Greek · ~2 min
Book 16
Aelian, Περὶ ζῴων ἰδιότητος 16.13
Not analysed yet
Ἰνδῶν δὲ ἰχθύων ἴδια καὶ ἐκεῖνα. βατίδες γίνονται παρʼ αὐτοῖς οὐδέν τι μείους Ἀργολικῆς ἀσπίδος ἑκάστη, καρίδες δὲ καὶ μείζους καράβων αἱ Ἰνδῶν εἰσίν. αἱ μὲν οὖν ἐκ τῆς θαλάττης ἀναθέουσαι διὰ τοῦ ποταμοῦ τοῦ Γάγγου χηλὰς μεγίστας ἔχουσι καὶ τραχείας θιγεῖν, τάς γε μὴν ἐκ τῆς Ἐρυθρᾶς ἐκπιπτούσας ἐς τὸν Ἰνδὸν λείας ἔχειν πέπυσμαι τὰς ἀκάνθας, προμήκεις γε μὴν καὶ βοστρυχώδεις τὰς ἀπηρτημένας ἕλικας. χηλὰς δὲ οὐκ ἔχειν ταύτας.