# Περὶ ζῴων ἰδιότητος 16.23

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/16.23

ἵππου δὲ ἄρα καὶ τὸ εὐμαθὲς ἴδιον ἦν, καὶ τούτου μαρτύριον ἐκεῖνο. Συβαρίτας τοὺς ἐν Ἰταλίᾳ τρυφῆς ἀκούω ποιήσασθαι φροντίδα ὑπερβάλλουσαν, καὶ τῶν μὲν ἄλλων ἔργων τε καὶ σπουδασμάτων ἀμαθῶς ἔχειν, πάντα δὲ τὸν ἑαυτῶν βίον διάγειν ῥᾳστωνεύοντας ἐν ἀργίᾳ καὶ πολυτελείᾳ. περιηγεῖσθαι μὲν οὖν ἕκαστα τῶν ἐν Συβάρει μακρὸν ἂν εἴη νῦν, ἐκεῖνο δʼ οὖν ὁμολογεῖ τρυφὴν ἄμαχον. δεδιδαγμένοι ἦσαν αὐτοῖς οἱ ἵπποι παρὰ τὸν τῆς εὐωχίας καιρὸν ὀρχεῖσθαι πρὸς αὐλόν. τοῦτο οὖν εἰδότες οἱ Κροτωνιᾶται ʽἐπολέμουν δὲ αὐτοῖσʼ σάλπιγγα μὲν καὶ ἦχον σύντονον καὶ παρακλητικὸν ἐς ὅπλα κατεσίγασαν, αὐλοὺς δὲ καὶ αὐλητὰς παραλαβόντες, ἐπεὶ ὁμοῦ ἦσαν καὶ τόξευμα ἐξικνεῖτο ἤδη, ἐνέδοσαν ἐκεῖνοι τὸ μέλος τὸ ὀρχηστικόν, ὅπερ οὖν ἀκούσαντες οἱ τῶν Συβαριτῶν ἵπποι, ὡς ἐν μέσοις ὄντες τοῖς συμποσίοις, ἀπεσείσαντο μὲν τοὺς ἀναβάτας, ἐσκίρτων δὲ καὶ ἐχόρευον. καὶ ταύτῃ τὴν τάξιν συνέχεαν καὶ τὸν πόλεμον ἐξωρχήσαντο.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
