Ancient Greek
Book 16
Aelian, Περὶ ζῴων ἰδιότητος 16.26
Not analysed yet
ἐν τοῖς κρυμώδεσι τόποις τὰ πρόβατα τῆς χιόνος ἐπιρρεούσης καὶ τοῦ κρύους ἐνακμάζοντος ἄχολά ἐστι ʽκαθειργμένα δὲ ἄρα καὶ τοῦ χιλοῦ τοῦ νέου μὴ μεταλαμβάνοντα εἶτα μέντοι τοιαῦτα εὑρίσκεταἰ, ὑπαρχομένου δὲ τοῦ ἦρος προϊόντα ἐπὶ τὰς νομὰς τῆς χολῆς ὑποπίμπλαται. τοῦτο δὲ ἄρα ἔτι καὶ μᾶλλον φιλεῖ παρακολουθεῖν τοῖς Σκυθικοῖς προβάτοις φασίν.