# Περὶ ζῴων ἰδιότητος 16.29-30

Aelian, Περὶ ζῴων ἰδιότητος, 16.29 to 16.30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/16.29

Ἐμπεδοκλῆς ὁ φυσικός φησι, περὶ ζῴων ἰδιότητος λέγων καὶ ἐκεῖνος δήπου, γίνεσθαί τινα συμφυῆ καὶ κράσει μορφῆς μὲν διάφορα, ἑνώσει δὲ σώματος συμπλακέντα. ἃ δὲ λέγει, ταῦτά ἐστι πολλὰ μὲν ἀμφιπρόσωπα καὶ ἀμφίστερνα φύεσθαι, βουγενῆ ἀνδρόπρῳρα, τὰ δʼ ἔμπαλιν ἐξανατέλλειν ἀνδροφυῆ βούκρανα μεμιγμένα τῇ μὲν ἀπʼ ἀνδρῶν, τῇ δὲ γυναικοφυῆ θιμβροῖς ἠσκημένα γυίοις. ἐν Λυκίᾳ λέγει Καλλισθένης ὁ Ὀλύνθιος κείρεσθαι καὶ τὰς αἶγας ὥσπερ οὖν πανταχῆ τὰ πρόβατα· γίνεσθαι γὰρ δασυτάτας καὶ εὔτριχας δεινῶς, ὡς εἰπεῖν βοστρύχους ἤ τινας ἕλικας κόμης ἐξηρτῆσθαι αὐτῶν, καὶ μέντοι καὶ τοὺς τεχνίτας τῆς τῶν νεῶν ἐργασίας καταχρῆσθαι αὐταῖς τὰς σειρὰς συμπλέκοντας.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
