Ancient Greek · ~3 min
Book 16
Aelian, Περὶ ζῴων ἰδιότητος 16.32
Not analysed yet
Αἰσχυλίδης ἐν τοῖς περὶ γεωργίας κατὰ τὴν Κείων γῆν πρόβατα γίνεσθαι ὀλίγα ἑκάστῳ τῶν γεωργῶν φησι. τὸ δὲ αἴτιον, λεπτόγεών τε εἶναι τὴν Κέω ἰσχυρῶς καὶ νομὰς οὐκ ἔχειν· κύτισον δὲ καὶ θρία ἐμβάλλειν, καὶ τῆς ἐλαίας τὰ ῥεύσαντα φύλλα, καὶ μέντοι καὶ ὀσπρίων ἄχυρα ποικίλων, παρασπείρειν δὲ καὶ ἀκάνθας, καὶ ἐκείνοις ἀγαθὸν εἶναι ταῦτα δεῖπνον. γίνεσθαι δὲ ἐξ αὐτῶν γάλα, καὶ τοῦτο τρεφόμενον τυρὸν ἐργάζεσθαι κάλλιστον· καλεῖσθαι δὲ αὐτὸν Κύθνιον ὁ αὐτὸς λέγει, καὶ μέντοι καὶ τὸ τάλαντον αὐτοῦ πιπράσκεσθαι δραχμῶν καὶ ἐνενήκοντα. γίνεσθαι δὲ καὶ ἄρνας τὴν ὥραν διαπρεπεῖς, καὶ πιπράσκεσθαι οὐ κατὰ τοὺς ἑτέρους, ἀλλὰ καὶ σοβαρωτέρᾳ τῇ τιμῇ.