Ancient Greek · ~1 min
Book 16
Aelian, Περὶ ζῴων ἰδιότητος 16.35
Not analysed yet
τί δαί; Ὀρθαγόραν μνήμης ἄμοιρον ἐάσομεν; ὅσπερ οὖν ἐν Ἰνδοῖς λόγοις φησὶ Κώυθα μὲν οὕτως εἶναι κώμην τὸ ὄνομα λαβοῦσαν, ταῖς δὲ αἰξὶ ταῖς ἐπιχωρίοις ἔνδον ἐν τοῖς σηκοῖς παραβάλλειν τοὺς νομέας ἰχθῦς ξηροὺς χιλόν.