# Περὶ ζῴων ἰδιότητος 16.38

Aelian, Περὶ ζῴων ἰδιότητος, Book 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aelian/text/16.38

ἐν Μητροπόλει ἀκούω τῇ Ἐφεσίᾳ λίμνην εἶναι καὶ πρὸς αὐτῇ σπήλαιον· ἔχει δὲ ἄρα τὸ ἄντρον ὄφεων πλῆθος ἄμαχον, καὶ εἶναι τούτους μεγίστους φασὶ καὶ δεινοὺς τὸ δῆγμα. προϊέναι μὲν οὖν αὐτοὺς τοῦ ἄντρου λόγος ἔχει, ὅσον ἐς τὴν λίμνην ἐξερπύσαι τὴν παρακειμένην καὶ νήχεσθαι, πειρωμένους δὲ περαιτέρω τοῦ ὕδατος προελθεῖν οὐ δύνασθαι· μέλλόντας γὰρ ἐπιβαίνειν τῆς γῆς ἐλλοχᾶν καρκίνους μεγάλους, οἵπερ οὖν ἀνατείναντες τὰς χηλὰς συλλαμβάνουσιν ἐς πνῖγμα αὐτοὺς καὶ ἀναιροῦσι. δεδοικότες οὖν οἱ ὄφεις τοὺς ἐχθροὺς ἡσυχάζουσι, καὶ ἐς τὴν γῆν αὐτοῖς ἄβατά ἐστι· πεφρίκασι γὰρ τὴν ἐκ τῶν καρκίνων φρουρὰν καὶ κόλασιν. καὶ πάντως ἂν ἀπολώλεσαν οἱ περὶ τὸν χῶρον ἐκ πολλοῦ, εἰ μὴ φύσει τινὶ ἀπορρήτῳ περιειληφότες οἱ προειρημένοι καρκίνοι τῆς λίμνης τὰ χείλη καὶ ἀπείργοντες εἶτα εἰρηναῖα ἀπέφαινον τὰ ἐν τῷ τόπῳ πάντα.

---

Aelian, Περὶ ζῴων ἰδιότητος, ed. Rudolf Hercher, Ulrich von Wilamowitz-Moellendorff. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0545.tlg001.local001/.
